Zwei Briefe von Jacob Zwinger an seinen Vater Theodor Zwinger den Älteren / Deux lettres de Jacob Zwinger à son père Theodor Zwinger l'Ancien

Édition (Grec)

1. Erster Brief / Première lettre

[Die Orthographie des vorliegenden Textes (Spiritus, Akzente usw.) wurde mit Ausnahme der Stellen, die in den Anmerkungen erwähnt werden, stillschweigend den modernen Normen angepasst. Die ursprüngliche Interpunktion wurde beibehalten / L’orthographe de ce texte (l’aspiration, l’accentuation, etc.) a été modifiée sans commentaires, sauf dans les cas mentionnés dans l’apparat critique, selon les normes modernes. La ponctuation originale est conservée].

Ὑγιαίνειν

Πλεῖστα δὴ γράμματά σοι πολλάκις πέμπω, ὦ φίλε πάτερ, καὶ τὸ μέν, ὅταν οἶδα ταῦτα πάνυ περιπόθητά σοι εἶναι, ἔπειτα δέ, ἵνα ἔχῃς πολλά ποιήματα καὶ γεννήματα τῆς γλυκερᾶς φιλοστοργίας καὶ τῆς ψυχῆς ἐμοῦ πρὸς σέ. Ἱκετεύω δέ σε ἵνα καὶ σύ, εἰ δοκεῖ, πρὸς ἡμᾶς πότε γράφῃς, ἢ καὶ ὅ,τι ἂν ἐπὶ τὴν ἀκαιρίαν γλῶσσα ἔπος ἔλθῃ γράψαι, ἢ περὶ τῆς ὑγιείας σου. Αὑτῆς γὰρ ἐμοὶ οὐκ ἔστι τιμιώτερον οὐδὲν ἐν τῷ βίῳ. Ἔῤῥωσο, ὦ πάτερ ἀγαπητότατε, καὶ ζώης ἐπιμήκιστον, καὶ ἀσπάζου ἐν ὀνόματί μου τὴν μητέρα, καὶ τὴν μάμμην, ἀδελφόν τε Λουκᾶν, καὶ τὰς ἀδελφάς, καὶ ἄλλους πάντας οἷς μέλει περὶ ἐμοῦ· καὶ πέμψον ἡμῖν τροχίσκους προφυλακτικούς. Ἐγράφη ἀπὸ τῆς κώμης τῆς Εἰμετίγγης τῇ τετάρτῃ φθίνοντος μηνὸς Πυανεψιῶνος, τῷ δὲ ἔτει ΑΦΠΒ.

Σὸς ἸΆΚΩΒΟΣ

 

2. Zweiter Brief / Seconde lettre

Εὐπράττειν

Οὐ μὲ λανθάνει, ὦ πάτερ ἥδιστε, ὅτ’ ἂν ἡδέως μάθοις παρ’ ἐμοῦ, πῶς φέρω τὸ ἀπελθεῖν ἀφ’ ὑμῶν, μάλιστα δὲ ὁπότ’ ἂν ἐννοήσω, ὅτι ἀπολιπὼν ὑμᾶς φιλτάτους γονέας καὶ τὰ ἀδελφίδια τερπνότατα καὶ τοσαύτην ἡδυπάθειαν, ἄφιγμαι πρὸς ἄνδρας ἀγρίους τὰς ἡδονὰς καὶ τὴν τρυφὴν μηδαμῶς κομιζόντας. Ὥστε δηλόω σοὶ δ’ ἐπὶ-στολῆς ἐμὲ (σὺν θεῷ) ὀρθῶς ὑγιαίνειν καὶ ἐν ταῖς τῶν σπουδαίων γραμμάτων προτιμίαις ἐπιμελῶς εἰς δύναμιν διατρίβεσθαι. Νῦν δὲ μείζονα ἀγαθὰ οὐκ εὔχομαι εἰ μὴ ἅπαντας ὑμᾶς ὑγιεινοτάτους καὶ μακροβιώτατους εἶναι, ἵνα καθελθὼν οἴκαδε καὶ σὲ πατέρα καὶ τὴν μητέρα ἀγαπητοτάτην μάμμην τε φίλην, καὶ τὰς ἀδελφὰς γλυκίστας ἐῤῥῶσθαι ὁράσω. Χαῖρε. Ι'Θ πυανεψιῶνος ἔτους ΑΦΠΒ.

Σὸς ἸΆΚΩΒΟΣ ὙῸΣ ὑπήκοος.